[235] καὶ ὡς ἀσμενίζοντας ἑώρα καὶ ἀναχεομένους ἐπὶ τῇ τοῦ νεωτάτου τιμῇ, δυσὶν ἤδη μαρτυρίαις σημειωσάμενος τὸ μηδὲν ἔχθος ὑποτύφεσθαι καὶ τρίτην ἐπενόησε, τὴν τοῦ κεκλέφθαι δοκοῦντος ἐκπώματος αἰτίαν ἀναθεὶς τῷ νεωτάτῳ· σαφέστατος γὰρ ἔμελλεν ἔλεγχος οὑτοσὶ γενέσθαι τῆς ἑκάστου διανοίας καὶ οἰκειότητος τῆς πρὸς τὸν συκοφαντούμενον ἀδελφόν.