Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 229

[229] λήψεται δ’ οὐκ αὐτὸς τὴν χάριν, ἐὰν ἄρα διδῷς, ἀλλ’ ὁ μὴ παρὼν ἐπικουφισθεὶς τῶν φροντίδων, ὁ τῶν τοσούτων πατὴρ ἱκετῶν ἁπάντων· ἱκέται γάρ ἐσμεν καταπεφευγότες ἐπὶ τὴν σὴν ἱερωτάτην δεξιάν, ἧς μηδέποτε διαμάρτοιμεν.