Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 224

[224] κελεύοντος δὲ σοῦ ἐνθάδε τὸν ἀδελφὸν ἀγαγεῖν καὶ ἀπειλοῦντος, εἰ μὴ παραγένοιτο, μηδ’ ἡμῖν εἰς ὄψιν ἐλθεῖν ἔτι τὴν σὴν ἐπιτραπήσεσθαι, κατηφοῦντες ἀπηλλαττόμεθα καὶ μόλις οἴκαδε ἐπανελθόντες ἐδηλοῦμεν τὰ ἀπὸ σοῦ τῷ πατρί.