Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 222

[222] θανάτου.“ [cap.38] χαλεπῶς δὲ τὴν ἀπειλὴν φερόντων καὶ ἐφ’ οἷς ἐσυκοφαντοῦντο καταδυομένων ὁ τέταρτος καθ’ ἡλικίαν — ἦν δὲ τολμητὴς μετ’ αἰδοῦς καὶ θαρραλέος, παρρησίαν τὴν ἄνευ ἀναισχυντίας ἐπιτετηδευκώς — προσελθών φησι· „δέομαι, δέσποτα, μὴ θυμῷ χαρίσασθαι μηδ’ ὅτι τέταξαι τὴν μετὰ βασιλέα τάξιν προκαταγνῶναι πρὸ τῆς ἀπολογίας ἡμῶν.