[22] [cap.5] ὡς δ’ ἤκουσεν ὁ πατὴρ οὐ τἀληθές, ὅτι πέπραται ὁ υἱὸς αὐτοῦ, τὸ δὲ ψεῦδος, ὅτι τέθνηκε καὶ ὡς ὑπὸ θηρίων ἐξανάλωται, πληχθεὶς τὰ μὲν ὦτα διὰ τῶν λεγομένων, τοὺς δ’ ὀφθαλμοὺς διὰ τοῦ φανέντος — ὁ γὰρ χιτὼν αὐτοῦ κατεσχισμένος [M.45] καὶ κατῃκισμένος καὶ πολλῷ αἵματι πεφοινιγμένος [6] ἐκεκόμιστο —, συγχυθεὶς ὑπὸ τῆς περιπαθήσεως ἀχανὴς ἐπὶ πλεῖστον χρόνον ἔκειτο, μηδ’ ὅσον τὴν κεφαλὴν ἐπᾶραι δυνάμενος, θλιβούσης καὶ ἐκτραχηλιζούσης τῆς συμφορᾶς.