Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 213

[213] τὸ κάλλιστον καὶ τιμιώτατον ἔκπωμα τοῦ δεσπότου, ἐν ᾧ προπόσεις προὔπινεν ὑμῖν, κεκλόφατε οἱ λίαν εὐχάριστοι, οἱ λίαν εἰρηνικοί, οἱ μηδ’ ὄνομα κατασκοπῆς εἰδότες, οἱ διττὸν ἀργύριον εἰς ἀπόδοσιν τοῦ προτέρου κεκομικότες, ἐνέδραν ὡς ἔοικε καὶ δέλεαρ ἐπὶ θήραν καὶ ἁρπαγὴν πλειόνων. ἀλλ’ οὐκ εἰς ἅπαν εὐοδεῖ κακία, λανθάνειν δ’ ἀεὶ τεχνάζουσα καταφωρᾶται.“