Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 211

[211] ἀποδημήσομεν. [cap.36] ἀλλὰ γὰρ οὕτω διακειμένων καὶ τοιαῦτα ταῖς ψυχαῖς ἀναπολούντων, αἰφνίδιος καὶ ἀπροσδόκητος ταραχὴ καταλαμβάνει. προσταχθεὶς γὰρ ὁ τῆς οἰκίας ἐπιμελητής, ἐπαγόμενος θεραπόντων πλῆθος οὐκ ὀλίγον, κατασείων τὰς χεῖρας καὶ μένειν ὑποσημαίνων ἐβοηδρόμει.