Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 206

[206] αἱ μὲν οὖν παρασκευαὶ τὸ ἀμισὲς εἶχον πρόσφοροι τῷ καιρῷ γεγονυῖαι· τὸ δ’ ἐλλιπὲς ἀνεπλήρουν αἱ συνεχεῖς φιλοφροσύναι προπόσεσιν, εὐχαῖς, παραινέσεσι ταῖς εἰς ἀνάληψιν, ἃ τοῖς ἐλευθέροις καὶ μὴ ἀμούσοις τὸ ἦθος ἡδίω τῶν ὅσα περὶ ἐδωδὴν καὶ πόσιν εὐτρεπίζουσιν οἱ φιλεστιάτορες καὶ φιλόδειπνοι τὰ μηδεμιᾶς ἄξια σπουδῆς εἰς ὀλιγοφρόνων ἐπίδειξιν πομποστολοῦντες.