Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 2

[2] ἤρξατο μέντοι συγκροτεῖσθαι περὶ ἔτη γεγονὼς ἑπτακαίδεκα τοῖς κατὰ ποιμενικὴν θεωρήμασιν, ἃ συνᾴδει τοῖς περὶ πόλιν· ὅθεν οἶμαι καὶ τὸ ποιητικὸν γένος "ποιμένας λαῶν“ τοὺς βασιλεῖς εἴωθεν ὀνομάζειν· ὁ γὰρ τὴν ποιμενικὴν κατωρθωκὼς ἄριστος ἂν εἴη καὶ βασιλεύς, τῆς καλλίστης ζῴων ἀγέλης, ἀνθρώπων, τὴν ἐπιμέλειαν ἐν ταῖς ἐλάττονος σπουδῆς ἀξίαις ἀναδιδαχθείς·