Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 193

[193] λαβόντες οὖν καὶ τὸν νεώτατον, ὡς προῄρησθε, ἄπιτε, μὴ μέντοι τὸν αὐτὸν ὃν καὶ πρόσθεν τρόπον· πάλαι μὲν γὰρ ἀργυρίου μόνον ἔδει πρὸς σιτωνίαν ἀγνοουμένοις ἀνθρώποις καὶ μηδέν πω πεπονθόσιν ἀνήκεστον, νυνὶ δὲ καὶ δώρων, τριῶν ἕνεκα, τῆς τε [M.69] πρὸς τὸν ἡγεμόνα [54] [55] καὶ σιτάρχην ἀρεσκείας, ὑφ’ οὗ γνωρίζεσθαί φατε, καὶ τοῦ τὸν ἐν δεσμοῖς ἀπολαβεῖν θᾶττον πολλὰ καταθέντας αὐτοῦ λύτρα καὶ τοῦ τὴν ὑπόνοιαν τῆς κατασκοπῆς ὡς ἔνι μάλιστα ἰάσασθαι.