Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 19

[19] κεκαινούργηται μέγα ὄνειδος, περιβόητος αἰσχύνη. μνημεῖα καλοκἀγαθίας οἱ πατέρες ἡμῶν πανταχοῦ τῆς οἰκουμένης ἀπέλιπον, ἀπολείψομεν καὶ ἡμεῖς ἀπιστίας καὶ μισανθρωπίας ἀθεραπεύτους διαβολάς· φθάνουσι γὰρ αἱ τῶν μεγαλουργηθέντων φῆμαι πανταχόσε, τῶν μὲν ἐπαινετῶν θαυμαζόμεναι, τῶν δ’ ὑπαιτίων ψόγου καὶ κατηγορίας τυγχάνουσαι.