Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 189

[189] σφόδρα δ’ ἀχθομένου τοῦ πατρὸς καὶ λέγοντος ἀγνοεῖν, ὅτι δυεῖν ὄντων ὁμομητρίων ὁ μὲν ἤδη τέθνηκεν, ὁ δ’ ἔρημος καὶ μόνος ἀπολειφθεὶς εὐλαβήσεται τὴν ὁδὸν καὶ ζῶν προαποθανεῖται τῷ δέει κατὰ τὴν φοβερῶν ἐκείνων ὑπόμνησιν, ἃ συνέβη τὸν πρότερον παθεῖν, ταῦτα λέγοντος, τὸν εὐτολμότατον καὶ ἀρχικὸν φύσει καὶ δυνατὸν εἰπεῖν — ἦν δὲ καθ’ ἡλικίαν ἀπὸ τοῦ πρώτου τέταρτος — προστησάμενοι διερμηνεύειν ἔπεισαν τὰ δοκοῦντα πᾶσιν.