[183] μηδενὸς δ’ ἔξωθεν ἔτι προσεπιφοιτῶντος, διεπτοημένον ἰδόντες "τῶν ἀβουλήτων“ ἔφασαν, "ὦ πάτερ, ἀνιαρότερος τῆς μαθήσεως ὁ ἐνδοιασμός ἐστι· μαθὼν μὲν γάρ τις ὁδὸν εὗρεν εἰς σωτηρίαν, ἡ δ’ ἀμφίβολος ἄγνοια δυσοδίας καὶ ἀπορίας αἴτιον· ἄκουε δὴ σφόδρα μὲν ἀνιαροῦ [52] διηγήματος, ἀναγκαίου δὲ λεχθῆναι.