Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 16

[16] ὁ δὲ πρεσβύτατος — οὐ γὰρ παρῆν πιπρασκομένου — διακύψας καὶ μὴ κατιδών, ὃν ἀπολελοίπει πρὸ μικροῦ, ἐβόα καὶ ἐκεκράγει καὶ τὰς ἐσθῆτας περιρρηξάμενος ἄνω καὶ κάτω καθάπερ ἐμμανὴς ἐφέρετο τὰς χεῖρας κροτῶν καὶ τὰς τρίχας τίλλων, „τί πέπονθε;“ λέγων·