[138] ἀθληταὶ δυνάμεσι καὶ ῥώμαις καὶ εὐεξίαις σωμάτων μέγα φρονοῦντες, ἀνενδοίαστον νίκην ἐλπίσαντες, ἐξαγώνιοι πολλάκις ἐγένοντο μὴ δοκιμασθέντες ἢ καταστάντες εἰς τὸν ἀγῶνα ἡττήθησαν, οἱ δ’ ἀπογνόντες καὶ δευτερείων ἐφίξεσθαι τὰ πρῶτα τῶν ἄθλων στεφανηφοροῦντες ἤραντο.