Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 127

[127] ἐρευνησάτω δ’ ἕκαστος αὑτὸν καὶ τὸν ἔλεγχον οἴκοθεν ἄνευ τῶν παρ’ ἐμοῦ πίστεων εἴσεται, καὶ μάλιστ’ εἴ τις πρεσβύτερος ἤδη γεγονὼς τυγχάνοι· οὗτος ἦν ὁ ποτὲ βρέφος καὶ μετὰ ταῦτα παῖς, εἶτ’ ἔφηβος, εἶτα μειράκιον, καὶ νεανίας αὖθις, εἶτ’ ἀνήρ, καὶ γέρων ὕστατον.