Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 112

[112] συγκομίζειν δὲ τὸν καρπὸν αὐτοῖς δράγμασι μήτε ἀλοῶντας μήτε συνόλως καθαίροντας, τεττάρων ἕνεκα· ἑνὸς μὲν τοῦ σκέπῃ χρώμενον πρὸς πλείω χρόνον διαμένειν ἀδιάφθορον· ἑτέρου δὲ τοῦ καθ’ ἕκαστον ἐνιαυτὸν γίνεσθαι τῆς εὐθηνίας ὑπόμνησιν, ἀλοώντων καὶ λικμώντων· ἡ γὰρ μίμησις τῶν πρὸς ἀλήθειαν ἀγαθῶν δευτέραν ἔμελλεν ἡδονὴν ἀπεργάζεσθαι·