Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 94

[94] κολάζειν. [cap.18] αὗται μέν εἰσιν αἱ αἰτίαι, ὧν ἕνεκα οἱ τὸν ἀκούσιον φόνον δράσαντες εἰς μόνας τὰς τῶν νεωκόρων φεύγουσι πόλεις. τίνες δέ εἰσι καὶ διὰ τί ἀριθμῷ ἕξ, ἑπομένως λεκτέον. μήποτ’ οὖν ἡ μὲν πρεσβυτάτη καὶ ἐχυρωτάτη καὶ ἀρίστη μητρόπολις, οὐκ αὐτὸ μόνον πόλις, ὁ θεῖός ἐστι λόγος, ἐφ’ ὃν πρῶτον καταφεύγειν ὠφελιμώτατον.