[77] ὡς ὀθνείῳ ξένην, οὐχ ὡς πατρίδα ἀστῷ. [cap.15] ταῦτα καὶ περὶ τῶν ἀκουσίων φιλοσοφήσας περὶ τῆς ἐπαναστάσεως καὶ βουλεύσεως ἑξῆς νομοθετεῖ φάσκων· „ἐὰν δέ τις ἐπιθῆται τῷ πλησίον ἀποκτεῖναι αὐτὸν δόλῳ καὶ καταφύγῃ“ (Exod. 21, 14) ἐπὶ τὸν θεόν, τὸν προειρημένον συμβολικῶς τόπον, παρ’ ὃν ζῆν συμβέβηκε τοῖς πᾶσι· καὶ γὰρ ἑτέρωθί φησιν· „ὃς ἂν φύγῃ ἐκεῖ, καὶ ζήσεται“ (Deut. 19,5).