[74] τῆς γὰρ βασιλείου καὶ ἱερωμένης φυλῆς οἱ ἡγεμόνες ἐν τῇ προτέρᾳ τάξει χορεύουσιν, Ἰούδας τε καὶ Λευί. εἰκότως οὖν καὶ τοὺς ἄξια θανάτου δρῶντας ἑτέρων χερσὶν ἐκδίδωσιν ἐπὶ τιμωρίᾳ, βουλόμενος ἡμᾶς ἀναδιδάσκειν, ὅτι ἡ κακοῦ φύσις μακρὰν ἀπελήλαται χοροῦ θείου, ὁπότε καὶ τὸ μιμηλάζον ἀγαθὸν κακῷ, ἡ τιμωρία, δι’ ἑτέρων βεβαιοῦται.