[68] διὰ τοῦτ’, οἶμαι, καὶ ἡνίκα τὰ τῆς κοσμοποιΐας ἐφιλοσόφει, πάντα τἄλλα εἰπὼν ὑπὸ θεοῦ γενέσθαι μόνον τὸν ἄνθρωπον ὡς ἂν μετὰ συνεργῶν ἑτέρων ἐδήλωσε διαπλασθέντα. „εἶπε“ γάρ φησιν „ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν“ (Gen. 1,26), πλήθους διὰ τοῦ „ποιήσωμεν“ ἐμφαινομένου.