Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 65

[65] [cap.13] τὸ δὲ „οὐχ ἑκών, ἀλλ’ ὁ θεὸς παρέδωκεν“ ἐπὶ τῶν τὸν ἀκούσιον φόνον δρώντων πάνυ καλῶς εἴρηται. δοκεῖ γὰρ αὐτῷ τὰ μὲν ἑκούσια γνώμης τῆς ἡμετέρας ἔργα εἶναι, τὰ δὲ ἀκούσια θεοῦ· λέγω δὲ οὐ τὰ ἁμαρτήματα, ἀλλὰ τοὐναντίον ὅσα ἁμαρτημάτων ἐστὶ κόλασις.