Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 62

[62] [cap.12] ἀλλ’ ἔδει γε πάντως χώρας ἀπονεμηθῆναι διαφερούσας πράγμασι διαφέρουσιν, οὐρανὸν μὲν ἀγαθῷ, τὰ δὲ περίγεια κακῷ. τὸ μὲν οὖν ἀγαθὸν ἀνώφοιτόν ἐστι, κἂν εἴ ποτε ἔλθοι πρὸς ἡμᾶς — φιλόδωρος γὰρ ὁ πατὴρ αὐτοῦ —, σπουδάζει παλινδρομῆσαι δικαίως· τὸ δὲ κακὸν ἐνταυθοῖ καταμένει, πορρωτάτω θείου χοροῦ διῳκισμένον, περιπολοῦν τὸν θνητὸν βίον καὶ μὴ δυνάμενον ἐκ τοῦ ἀνθρωπίνου γένους ἀποθανεῖν.