Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 5

[5] ἡ δ’ Ἄγαρ ἀπαλλάττεται δι’ αἰδῶ· σημεῖον δὲ τὸ ὑπαντᾶν αὐτῇ ἄγγελον, θεῖον λόγον, ἃ χρὴ παραινέσοντα καὶ ὑφηγησόμενον ἐπανόδου τῆς εἰς τὸν δεσποίνης οἶκον, ὃς καὶ θαρσύνων φησίν· „ἐπήκουσε κύριος τῇ ταπεινώσει σου“ (Gen. 16,11), ἣν οὔτε διὰ φόβον ἔσχες οὔτε διὰ μῖσος — τὸ μὲν γὰρ ἀγεννοῦς, τὸ δὲ φιλαπεχθήμονος πάθος ψυχῆς —, ἀλλ’ ἕνεκα τοῦ σωφροσύνης ἀπεικονίσματος, αἰδοῦς.