[45] αἱ γὰρ κατὰ τὸν βίον ὗλαι φαύλῳ μὲν παραδοθεῖσαι μετέωρον ἐξαίρουσι τὸν κενὸν φρονήσεως νοῦν, ὅστις ὠνόμασται Σύρος, ἐραστῇ δὲ παιδείας ἐπιμένοντι τοῖς καλοκἀγαθίας σταθερῶς καὶ παγίως δόγμασιν * οὗτός ἐστιν ὁ Ῥεβέκκας ἀδελφός, τῆς ἐπιμονῆς· οἰκεῖ δὲ τὴν Χαρράν, ἣ μεταληφθεῖσά εἰσι τρῶγλαι, σύμβολον τῶν αἰσθήσεων· ὁ γὰρ ἔτι χορεύων ἐν τῷ θνητῷ [16] [17] βίῳ χρεῖος τῶν αἰσθήσεων ὀργάνων ἐστίν.