Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 39

[39] τὰς δὲ λέξεις ἀκριβωτέον. [cap.7] „ἰδοὺ“ φησίν „Ἠσαῦ ὁ ἀδελφός σου ἀπειλεῖ σοι“ — ἀλλ’ οὐχ ὁ δρύινος καὶ ὑπ’ ἀμαθίας ἀπειθὴς τρόπος, ὄνομα Ἠσαῦ, ἐγκότως ἔχει καὶ τὰ τῆς θνητῆς ζωῆς προτείνων ἐπ’ ὀλέθρῳ δελέατα, χρήματα, δόξαν, ἡδονάς, τὰ συγγενῆ τούτοις, κατὰ σοῦ φονᾷ; — σὺ δέ, ὦ τέκνον, ἀπόδραθι τὸν ἐν τῷ παρόντι ἀγῶνα· οὔπω γὰρ εἰς τὸ παντελὲς [M.552] ἐπιδέδωκέ σοι τὰ τῆς ῥώμης, ἀλλ’ ἔτι οἷα παιδὸς οἱ ψυχικοὶ τόνοι μαλθακώτεροι.