Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 30

[30] τὸν αὐτὸν μέντοι τρόπον καὶ δοξομανοῦντα καὶ ἐπικομπάζοντα βουληθεὶς ὀνειδίσαι μοχθηρόν, δυνηθεὶς ἔντιμος εἶναι μὴ ἀποστραφῇς τὸν παρὰ τοῖς πολλοῖς ἔπαινον· οὕτως γὰρ τὸν μακρὰ βαίνοντα καὶ φρυαττόμενον ἄθλιον ὑποσκελιεῖς. ὁ μέν γε τῷ ἐπιφανεῖ καταχρήσεται πρὸς ὕβριν καὶ ἀτιμίαν ἀμεινόνων ἑτέρων, αὔξων τοὺς χείρους ἐπ’ αὐτοῖς· σὺ δὲ ἔμπαλιν τοῖς ἀξίοις ἅπασι μεταδώσεις τῆς εὐκλείας, ἀσφάλειαν μὲν περιποιῶν τοῖς ἀγαθοῖς, βελτιῶν δὲ [11] [12] τοὺς χείρους νουθεσίᾳ.