[25] ἐπειδὰν ἴδῃς, φησί, τὸν φαῦλον πολὺν ῥέοντα κατὰ ἀρετῆς καὶ ὧν ἀλογεῖν προσῆκε πολὺν λόγον ἔχοντα, πλούτου, δόξης, ἡδονῆς, καὶ τἀδικεῖν ἐπαινοῦντα ὡς αἴτιον ἑκάστου τῶν εἰρημένων — πολυαργύρους γὰρ καὶ πολυχρύσους καὶ ἐνδόξους τοὺς ἀδικοῦντας μάλιστα γίνεσθαι —, μὴ τὴν ἐναντίαν ὁδὸν τραπόμενος εὐθὺς ἀχρηματίαν καὶ ἀτυφίαν αὐστηρόν τε καὶ μονωτικὸν βίον ἐπιτηδεύσῃς· ἀνερεθίσεις γὰρ [9] [10] τὸν ἀντίπαλον καὶ βαρύτερον ἐχθρὸν ἀλείψεις κατὰ σεαυτοῦ. τί ἂν οὖν ἐργασάμενος ἐκφύγῃς τὰ παλαίσματ’ αὐτοῦ, σκόπει.