Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 22

[22] ἤ, ὡς σεμνολογούμενος διεξῄεις, μετ’ εὐφροσύνης τῆς ἐμοὶ λυπηρᾶς καὶ μουσικῶν ἀμούσων καὶ τυμπάνων καὶ κτύπων ἀνάρθρων καὶ ἀλόγων πληγὰς ἐμφορούντων ψυχῇ δι’ ὤτων καὶ μετὰ κιθάρας (ibid.), ἀλύρων καὶ ἀναρμόστων οὐκ ὀργάνων μᾶλλον ἢ τῶν κατὰ τὸν βίον πράξεων; ἀλλὰ γὰρ ταῦτ’ ἐστὶν ὧν ἕνεκα φυγὴν ἐβούλευσα, σὺ δ’, ὡς ἔοικεν, ἀντισπάσματά μου τῆς φυγῆς ἐπενόεις, ἵνα παλινδρομήσω διὰ τὸ ἀπατηλὸν καὶ εὐπαράγωγον φύσει τῶν αἰσθήσεων, αἷς μόλις ἴσχυσα ἐπιβῆναι.