[205] τὸ "πόθεν οὖν ἔρχῃ“ πρὸς ἐπίπληξιν λέγεται τῆς ἀποδιδρασκούσης ψυχῆς τὴν ἀμείνω καὶ κυρίαν γνώμην, ἧς θεραπαινὶς οὐ λεγομένη μᾶλλον ἢ ἔργοις ὑπάρχουσα μέγα κλέος ἔμελλεν [ἐξ]οἴσεσθαι. „ποῖ δὲ καὶ πορεύῃ“; τὰ ἄδηλα μετατρέχεις, τὰ ὁμολογούμενα ἀπορρίψασα.