Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 202

[202] [cap.37] Ἃ μὲν οὖν περὶ πηγῶν καιρὸς ἦν εἰπεῖν λέλεκται. πάνυ δ’ ἐξητασμένως τὴν Ἄγαρ εἰσάγουσιν οἱ χρησμοὶ εὑρισκομένην μὲν ἐπὶ τῆς πηγῆς (Gen. 16,7), οὐκ ἀρυτομένην δ’ ἀπ’ αὐτῆς. οὔπω γάρ ἐστιν ἱκανὴ ψυχὴ προκόπτουσα τῷ σοφίας ἀκράτῳ ποτῷ χρῆσθαι, πλησίον δ’ οὐ κεκώλυται ποιεῖσθαι τὰς διατριβάς.