Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 200

[200] ἔπειτα ὀρύττουσιν οὐχ ὡς Ἀβραὰμ καὶ Ἰσαάκ, οἱ σοφοί, φρέατα (Gen. 21,30. 26,18), βαθείας ἐπιστήμας ποτίμους λόγους ἀναδιδούσας, ἀλλὰ λάκκους, ἴδιον οὐδὲν ἐξ ἑαυτῶν ἔχοντας τρόφιμον καλόν, τῆς δ’ ἔξωθεν χρῄζοντας ἐπιρροῆς, ἣ γένοιτ’ ἂν ἐκ διδασκαλίας ἐπαντλούντων ἀεὶ τῶν ὑφηγητῶν ἀκοαῖς τῶν μανθανόντων ἀθρόα τὰ ἐπιστήμης δόγματα καὶ θεωρήματα, καὶ φρενὶ κατασχεῖν καὶ μνήμῃ τὰ παραδοθέντα ταμιεύεσθαι.