Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 194

[194] εἰς μέσον. [cap.35] αἵδ’ εἰσὶν αἱ τῶν ἁμαρτημάτων πηγαί, τὴν δὲ φρονήσεως ἐρευνητέον. εἰς ταύτην ἡ ὑπομονὴ κάτεισι, Ῥεβέκκα, καὶ τὸ ψυχῆς ὅλον πληρώσασα ἀγγεῖον ἀναβαίνει, τὴν κάθοδον ἄνοδον εἰπόντος τοῦ νομοθέτου φυσικώτατα· πρὸς γὰρ ὕψος ἐξαίρεται τὸ ἀρετῆς, ἥτις ἂν ἀπ’ ἀλαζονείας τῆς ὑπεραύχου διανοῆται κατέρχεσθαι.