Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 184

[184] τέλειος δ’ ἀριθμὸς ὁ δώδεκα, μάρτυς δ’ ὁ ζῳδιακὸς ἐν οὐρανῷ κύκλος, τοσούτοις κατηστερισμένος φωσφόροις ἄστροις· μάρτυς καὶ ἡ ἡλίου περίοδος· μησὶ γὰρ δώδεκα τὸν ἑαυτοῦ περατοῖ κύκλον, ἰσαρίθμους τε τοῖς ἐνιαυτοῦ μησὶ τὰς ἡμέρας καὶ νυκτὸς ὥρας ἄγουσιν ἄνθρωποι.