Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 182

[182] τὸ ἡγεμονικὸν ἡμῶν ἐοικὸς πηγῇ δυνάμεις πολλὰς οἷα διὰ γῆς φλεβῶν ἀνομβροῦν, τὰς δυνάμεις ταύτας ἄχρι τῶν αἰσθήσεων [ὀργάνων], ὀφθαλμῶν, ὤτων, ῥινῶν, τῶν ἄλλων, ἀποστέλλει· αἱ δ’ εἰσὶ παντὸς ζῴου περὶ κεφαλὴν καὶ πρόσωπον. ποτίζεται οὖν ὥσπερ ἀπὸ πηγῆς τοῦ κατὰ ψυχὴν [67] ἡγεμονικοῦ τὸ σώματος ἡγεμονικὸν πρόσωπον, τὸ μὲν ὁρατικὸν πνεῦμα τείνοντος εἰς ὄμματα, τὸ δὲ ἀκουστικὸν εἰς οὖς, εἰς δὲ μυκτῆρας τὸ ὀσφρήσεως, τὸ δ’ αὖ γεύσεως εἰς στόμα καὶ τὸ ἁφῆς εἰς σύμπασαν τὴν ἐπιφάνειαν.