[180] ὃ γὰρ χειμῶνος ταῖς ἄλλαις χώραις οὐρανός, τοῦτ’ Αἰγύπτῳ θέρους ἀκμάζοντος ὁ Νεῖλός ἐστιν· ὁ μὲν γὰρ ἄνωθεν ἐπὶ γῆν τὸν ὑετὸν ἀποστέλλει, ὁ δὲ κάτωθεν ἄνω, τὸ παραδοξότατον, ὕων ἄρδει τὰς ἀρούρας. ὅθεν ὁρμηθεὶς καὶ Μωυσῆς ἄθεον ἀνέγραψε τὸν Αἰγύπτιον τρόπον γῆν οὐρανοῦ προκρίνοντα καὶ τῶν ὀλυμπίων τὰ χερσαῖα καὶ ψυχῆς τὸ σῶμα.