Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 166

[166] [cap.30] Τοσαῦτα καὶ περὶ τοῦ τρίτου διειλεγμένοι κεφαλαίου μέτιμεν ἐπὶ τὸ τέταρτον καὶ τελευταῖον [M.571] τῶν προταθέντων, καθ’ ὃ μὴ γενομένης ζητήσεως φιλεῖ προαπαντᾶν εὕρεσις. ἐν τούτῳ τάττεται πᾶς αὐτομαθὴς καὶ αὐτοδίδακτος σοφός· οὐ γὰρ σκέψεσι καὶ μελέταις καὶ πόνοις ἐβελτιώθη, γενόμενος δ’ εὐθὺς εὐτρεπισμένην εὗρε σοφίαν ἄνωθεν ὀμβρηθεῖσαν ἀπ’ οὐρανοῦ, ἧς ἀκράτου σπάσας εἱστιάθη καὶ διετέλεσε μεθύων τὴν μετ’ ὀρθότητος λόγου νήφουσαν μέθην.