Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 164

[164] ὁ δ’ ἄρα διὰ πόθον ἐπιστήμης ὑπερκύψας ἅπαντα τὸν κόσμον ζητεῖ περὶ τοῦ κοσμοποιοῦ, τίς ἐστιν ὁ δυσόρατος οὗτος καὶ δυστόπαστος, σῶμα ἢ ἀσώματος ἢ ὑπεράνω τι τούτων ἢ φύσις ἁπλῆ, οἵα μονάς, ἢ σύγκριμα ἢ τί τῶν ὄντων. καὶ τοῦθ’ ὁρῶν ὡς ἔστι δυσθήρατον καὶ δυσπερινόητον, [60] εὔχεται παρ’ αὐτοῦ μαθεῖν τοῦ θεοῦ, τίς ἐστιν ὁ θεός· οὐ γὰρ ἤλπισε δυνήσεσθαι γνῶναι παρ’ ἑτέρου τινὸς τῶν μετ’ αὐτόν.