Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 154

[154] ταῦτα ὁ διαπεμψάμενος ἀκούσας, φθόνον ἠλλοτριωκὼς ἀφ’ αὑτοῦ καὶ τὴν φύσιν ἵλεως γέγηθεν οὐ μετρίως [M.569] καί φησι· μὴ γὰρ οὐ δι’ εὐχῆς ἐστί μοι τὴν διάνοιαν ἀστείαν τε καὶ ἀστὴν ὡς ἀληθῶς εἶναι, κοσμιότητι καὶ σωφροσύνῃ καὶ ταῖς ἄλλαις διαπρέπουσαν ἀρεταῖς, ἑνὶ προσέχουσαν ἀνδρὶ καὶ τὴν ἑνὸς οἰκουρίαν ἀγαπῶσαν καὶ μοναρχίᾳ χαίρουσαν. εἰ δὴ τοιαύτη τίς ἐστιν, ἐχέτω τὰ δεδομένα, καὶ τὴν παιδείαν καὶ τὸν εἱρμὸν λόγου πρὸς βίον καὶ βίου πρὸς λόγον καὶ τὸ ἀναγκαιότατον, βεβαιότητα καὶ πίστιν.