Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 151

[151] τὸν ἀρραβῶνα τοῦτον εἰ καλῶς ἔδωκε, βασανίζει. τίς οὖν ἡ βάσανος; καθεῖναί τι δέλεαρ ὁλκῷ κεχρημένον δυνάμει, δόξαν ἢ πλοῦτον ἢ ὑγείαν σώματος ἤ τι τῶν ὁμοιοτρόπων, καὶ γνῶναι πρὸς πότερα καθάπερ ἐπὶ πλάστιγγος ταλαντεύσει· ῥοπὴ γὰρ εἰ γένοιτο πρός τι τούτων, ὁ ἀρραβὼν οὐ βέβαιος. ἀπέστειλεν οὖν τὸν ἔριφον κομίσασθαι τὸν ἀρραβῶνα παρὰ τῆς γυναικός, οὐ τοῦτο προῃρημένος πάντως ἀπολαβεῖν, ἀλλ’ εἴ ποτε ἀναξία τοῦ κατέχειν ἐκείνη γένοιτο. γενήσεται δὲ πότε;