[148] ὧν τὴν μὲν προτέραν ἐποιήσατο πρὸς τὸν Αἰγύπτιον τρόπον, ὃς ἐπετείχιζεν ἡδονὴν ψυχῇ — „πατάξας γὰρ αὐτὸν“ οὐσίᾳ σποράδι „κατέχωσεν, ἄμμῳ“ (Exod. 2,12), τοῦ αὐτοῦ νομίσας ἀμφότερα εἶναι τὰ δόγματα, καὶ ἡδονὴν ὡς πρῶτον καὶ μέγιστον ἀγαθὸν καὶ ἀτόμους ὡς τῶν ὅλων ἀρχάς —, τὴν δ’ ἑτέραν (ibid. 13) πρὸς τὸν κατακερματίζοντα τὴν φύσιν τοῦ ἀγαθοῦ καὶ τὸ μὲν ψυχῇ, τὸ δὲ σώματι, τὸ δὲ τοῖς ἐκτὸς [53] [54] ἀπονέμοντα. ὁλόκληρον γὰρ αὐτὸ βούλεται εἶναι, τῷ ἀρίστῳ τῶν ἐν ἡμῖν, διανοίᾳ μόνῃ, προσκεκληρωμένον καὶ μηδενὶ τῶν ἀψύχων ἐφαρμόττον.