[124] ἐφιστάντες. [cap.23] ἡγεμὼν δ’ ἐστὶ τοῦ χοροῦ τούτου ὁ τῆς σωματικῆς χώρας βασιλεύς· „ἐπιστραφεὶς“ γάρ φησι „Φαραὼ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ οὐκ ἐπέστησε τὸν νοῦν οὐδ’ ἐπὶ τούτῳ“ (Exod. 7,23), ἴσον τῷ ἐπ’ οὐδενὶ τὸ παράπαν, ἀλλ’ εἴασεν αὐτὸν οἷα φυτὸν ἀγεώργητον ἀφαυαίνεσθαι καὶ στειρούμενον ἀγονίᾳ χρῆσθαι.