Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 122

[122] ὃς γὰρ ἂν ὀλιγωρήσας τοῦ διδάσκοντος ὑπὸ ῥᾳθυμίας ἐμφύτου τε ὁμοῦ καὶ συνήθους τὰ μὲν πρόσω καταλίπῃ, δι’ ὧν ὁρᾶν καὶ ἀκούειν καὶ ταῖς ἄλλαις δυνάμεσιν ἔστι χρῆσθαι πρὸς τὴν τῶν φύσεως πραγμάτων ἐπίκρισιν, ἐκτραχηλίσας δ’ αὑτὸν εἰς τοὐπίσω περιαγάγῃ, τὰ τυφλὰ τῶν ἐν τῷ βίῳ πραγμάτων μᾶλλον ἢ τῶν τοῦ σώματος μερῶν ἐζηλωκώς, ἀψύχου καὶ κωφῆς λίθου τρόπον στηλιτεύεται.