Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 114

[114] τούτῳ καὶ παρθένος ἐκ τοῦ ἱεροῦ γένους ἁρμόζεται, καθαρὰ καὶ ἀμίαντος καὶ ἀδιάφθορος εἰς ἀεὶ γνώμη· χήρας γὰρ καὶ ἐκβεβλημένης καὶ βεβήλου καὶ πόρνης ἀνὴρ οὐδέποτε γίνεται (ibid. 13.14), πόλεμον ἄσπονδον καὶ ἀκήρυκτον πρὸς αὐτὰς ἀεὶ συγκροτῶν. ἐχθρὸν γὰρ αὐτῷ τὸ χηρεύειν ἀρετῆς καὶ ἐκβεβλῆσθαι καὶ πεφυγαδεῦσθαι πρὸς αὐτῆς καὶ πᾶν ὅ τι ἂν ᾖ βέβηλον πεῖσμα καὶ ἀνίερον· τὸ δὲ πολυμιγὲς καὶ πολύανδρον καὶ πολύθεον, ἄθεον μὲν οὖν κακόν, πόρνην, οὐδὲ προσιδεῖν ἀξιοῖ, τὴν ἕνα ἄνδρα καὶ πατέρα τὸν ἡγεμόνα θεὸν ἐπιγεγραμμένην ἠγαπηκώς.