Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 10

[10] ἕτεροι δ’ εἰσὶ τῆς ἀμείνονος μοίρας, οἳ νοῦν ἔφασαν ἐλθόντα πάντα διακοσμῆσαι, τὴν ἐξ ὀχλοκρατίας ἐν τοῖς οὖσιν ἀταξίαν εἰς ἀρχῆς νομίμου, βασιλείας, τάξιν ἀγαγόντα. τοῦ θιάσου τούτου χορευτὴς Ἰακώβ ἐστιν, ὃς ἐπιστατεῖ τῆς ἐπισήμου ποικίλης ἀγέλης· ἐπίσημον δὲ πάλιν καὶ ποικίλον ἐν μὲν τοῖς ὅλοις τὸ εἶδος, ἐν δὲ ἀνθρώποις ἡ εὐπαίδευτος καὶ φιλομαθὴς διάνοια.