[89] τὸν ἀνδριαντοποιὸν Φειδίαν ἐκεῖνον καὶ χαλκὸν λαβόντα φασὶ καὶ ἐλέφαντα καὶ χρυσὸν καὶ ἄλλας διαφόρους ὕλας ἀνδριάντας ἀπεργάσασθαι καὶ ἐν [26] ἅπασι τούτοις μίαν καὶ τὴν αὐτὴν ἐνσημήνασθαι τέχνην, ὡς μὴ μόνον ἐπιστήμονας, ἀλλὰ καὶ λίαν ἰδιώτας τὸν δημιουργὸν ἀπὸ τῶν δημιουργηθέντων γνωρίσαι·