Pular para o conteúdo

De ebrietate

Philo of Alexandria · Parte 82

[82] ἡνίκα γοῦν ὁ ἀσκητὴς Ἰακὼβ καὶ τοὺς ἀρετῆς ἄθλους διαθλῶν ἔμελλεν ἀκοὰς ὀφθαλμῶν ἀντιδιδόναι καὶ λόγους ἔργων καὶ προκοπὰς τελειότητος, τοῦ φιλοδώρου θεοῦ βουληθέντος αὐτοῦ τὴν διάνοιαν ἐνομματῶσαι, ἵνα ταῦτ’ ἐναργῶς ἴδῃ ἃ πρότερον ἀκοῇ παρελάμβανε—πιστοτέρα γὰρ ὄψις ὤτων—, ἐπήχησαν οἱ χρησμοί· „οὐ κληθήσεται τὸ ὄνομά σου Ἰακώβ, ἀλλ’ Ἰσραὴλ ἔσται σου τὸ ὄνομα, ὅτι ἴσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός“ (Gen. 32, 28). Ἰακὼβ μὲν οὖν μαθήσεως καὶ προκοπῆς ὄνομα, ἀκοῆς ἐξηρτημένων δυνάμεων, Ἰσραὴλ δὲ τελειότητος·