Pular para o conteúdo

De ebrietate

Philo of Alexandria · Parte 80

[80] ταῖς ἰδίαις δόξαις ἐγκαταποθέντων (Exod. 14, 27. 28). [cap.20] λέγωμεν τοίνυν ἑξῆς καὶ περὶ τῶν τούτοις μὲν ἐχθρῶν, παιδείαν δὲ καὶ ὀρθὸν [23] λόγον ἐκτετιμηκότων, ὧν ἦσαν οἱ τῷ ἑτέρῳ τῶν γονέων προσκείμενοι, τῆς ἀρετῆς [M.369] ἡμιτελεῖς χορευταί. οὗτοι τοίνυν καὶ νόμων, οὓς ὁ πατήρ, ὁ ὀρθὸς λόγος, ἔθηκεν, ἄριστοι φύλακες καὶ ἐθῶν πιστοὶ ταμίαι, ἅπερ ἡ παιδεία, μήτηρ αὐτῶν, εἰσηγήσατο.