Pular para o conteúdo

De ebrietate

Philo of Alexandria · Parte 69

[69] καὶ γὰρ οὐδ’, ὥσπερ νομίζουσί τινες, ἀνθρώπους ἀναιροῦσιν οἱ ἱερεῖς, ζῷα λογικὰ ἐκ ψυχῆς καὶ σώματος συνεστῶτα, ἀλλ’ ὅσα οἰκεῖα καὶ φίλα τῇ σαρκὶ ἀποκόπτουσι τῆς διανοίας ἑαυτῶν, [M.367] εὐπρεπὲς εἶναι νομίζοντες τοῖς θεραπευταῖς τοῦ μόνου σοφοῦ γενησομένοις πάντων ὅσα γένεσιν εἴληχεν ἀλλοτριοῦσθαι καὶ πᾶσιν ὡς ἐχθροῖς καὶ δυσμενεστάτοις προσφέρεσθαι.