Pular para o conteúdo

De ebrietate

Philo of Alexandria · Parte 61

[61] λέγεται δὲ καὶ ἀμήτωρ γενέσθαι τὴν ἐκ πατρός, οὐ πρὸς μητρός, αὐτὸ μόνον κληρωσαμένη συγγένειαν, θήλεος γενεᾶς ἀμέτοχος. εἶπε γάρ πού τις· „καὶ γὰρ ἀληθῶς ἀδελφή [M.366] μού ἐστιν ἐκ πατρός, ἀλλ’ οὐκ ἐκ μητρός“ (Gen. 20, 12)· οὐ γὰρ ἐξ ὕλης τῆς αἰσθητῆς συνισταμένης ἀεὶ καὶ λυομένης, ἣν μητέρα καὶ τροφὸν καὶ τιθήνην τῶν ποιητῶν ἔφασαν, οἷς πρώτοις σοφίας ἀνεβλάστησεν ἔρνος, ἀλλ’ ἐκ τοῦ πάντων αἰτίου καὶ πατρός.